Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 51.14 Dem. 51.17 (English) >>Dem. 51.19

51.15καὶ τούτων οὐδέν ἐστιν ἄλογον. δεδώκατε γὰρ τοῖς βουλομένοις ἀδικεῖν, ἂν μὲν λάθωσιν, ἔχειν, ἐὰν δὲ ληφθῶσι, συγγνώμης τυχεῖν· τοῖς οὖν ἠμεληκόσι δόξης ἄδεια ποιεῖν τι ἂν βούλωνται γέγονεν. τῶν μὲν τοίνυν ἰδιωτῶν τοὺς μετὰ τοῦ παθεῖν μανθάνοντας ἀπροσκέπτους ὀνομάζομεν· ὑμᾶς δέ, οἵτινες οὐδὲ πεπονθότες πολλάκις ἤδη φυλάττεσθε, τί τις καλέσειεν ἄν;

51.16ἄξιον τοίνυν καὶ περὶ τῶν συνειρηκότων εἰπεῖν. οὕτως γὰρ ἡγοῦνταί τινες ἐξουσίαν εἶναι σφίσιν καὶ ποιεῖν τι βούλονται καὶ λέγειν παρʼ ὑμῖν, ὥστε τῶν τότε συγκατηγορούντων μετʼ Ἀριστοφῶντος καὶ πικρῶν ὄντων τοῖς μεμισθωκόσι τὰς τριηραρχίας νῦν κελεύουσί τινες τούτους στεφανῶσαι, καὶ δυοῖν θάτερον ἐξελέγχουσιν αὑτούς, τότʼ ἐκείνους ἀδίκως συκοφαντοῦντες, νῦν τοῖσδʼ ἐπὶ μισθῷ συνηγοροῦντες. 51.17καὶ χαρίσασθαι κελεύουσιν ὑμᾶς, ὥσπερ περὶ δωρεᾶς, ἀλλʼ οὐ περὶ νικητηρίων τῶν λόγων ὄντων, καὶ χάριν τιθεμένων διὰ τῶν τοιούτων τοῖς ἀμελοῦσιν ὑμῶν, ἀλλʼ οὐ διὰ τῶν βελτιόνων τοῖς ὑπηρετοῦσιν δεῖ χαρίζεσθαι προσῆκον. ἔπειθʼ οὕτως ὀλιγωροῦσιν τοῦ δοκεῖν ἐπιεικεῖς εἶναι, καὶ παντελῶς τἄλλα πάρεργα πρὸς τὸ λαβεῖν νομίζουσιν, ὥστʼ οὐ μόνον τοῖς πρότερον ῥηθεῖσιν ὑφʼ αὑτῶν ἐναντία τολμῶσιν δημηγορεῖν, ἀλλὰ καὶ νῦν οὐ ταὐτὰ λέγουσιν ἑαυτοῖς, οἵτινες τοὺς μὲν ναύτας φασὶ δεῖν οἰκείους εἶναι τῆς τριήρους τῆς ληψομένης τὸν στέφανον, τῶν δὲ τριηράρχων τοὺς ἠλλοτριωκότας αὑτοὺς ἀπὸ τῆς λῃτουργίας, τούτους στεφανῶσαι κελεύουσι.



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 51.14 Dem. 51.17 (English) >>Dem. 51.19

Powered by PhiloLogic